Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.200 Dem. 23.203 (English) >>Dem. 23.206

23.202πρῶτον μέν, ἵνα τῶν τελευταίων πρώτων μνησθῶμεν, Ἀριοβαρζάνην ἐκεῖνον οὐ μόνον αὐτὸν καὶ τοὺς υἱεῖς τρεῖς ὄντας πάντων ἠξίωσαν ὅσων ἐβουλήθησαν, ἀλλὰ καὶ δύʼ Ἀβυδηνούς, μισαθηναιοτάτους καὶ πονηροτάτους ἀνθρώπους, προσέθηκαν αὐτῷ Φιλίσκον καὶ Ἀγαυόν. πάλιν Τιμοθέου δόξαντός τι ποιῆσαι τῶν δεόντων ὑμῖν, πρὸς τῷ πάνθʼ μέγιστʼ ἦν αὐτῷ δοῦναι προσέθηκαν αὐτῷ Φρασιηρίδην καὶ Πολυσθένην, ἀνθρώπους οὐδʼ ἐλευθέρους, ἀλλʼ ὀλέθρους καὶ τοιαῦτα πεποιηκότας οἷα λέγειν ὀκνήσειεν ἄν τις εὖ φρονῶν. 23.203τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖς ἐδόκει, καὶ περὶ τούτων ἦν σπουδή, προστιθέασιν δύʼ αὐτῷ, τὸν μὲν ὅσʼ ὑμεῖς ἀκηκόατʼ εἰργασμένον κακά, τὸν δʼ ὅλως οὐδεὶς οἶδεν ἀνθρώπων τίς ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτʼ, ἄνδρες Ἀθηναῖοι, μικρά, πρὸ τοῦ μεγάλʼ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμʼ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτʼ ἀπόχρη, ἀλλʼ εἰ μὴ καὶ φυλάξεθʼ ἕκαστον τούτων, ἐκείνων γʼ οὐδεμία χάρις, ὡς ἔοικεν.

23.204τοῦ μέντοι ταῦθʼ οὕτως αἰσχρῶς προεληλυθέναι, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν τἀληθῆ, οὐδένες ὑμῶν, ἄνδρες Ἀθηναῖοι, μᾶλλόν εἰσιν αἴτιοι. οὐδὲ γὰρ δίκην ἔτι λαμβάνειν ἐθέλετε παρὰ τῶν ἀδικούντων, ἀλλὰ καὶ τοῦτʼ ἐξελήλυθεν ἐκ τῆς πόλεως. καίτοι σκέψασθʼ ὡς ἐκόλαζον οἱ πρόγονοι τοὺς ἀδικοῦντας ἑαυτούς, εἰ παραπλησίως ὑμῖν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.200 Dem. 23.203 (English) >>Dem. 23.206

Powered by PhiloLogic